Add parallel Print Page Options

36 Τότε ἔρχεται μετ’ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανὶ, καὶ λέγει τοῖς μαθηταῖς· Καθίσατε αὐτοῦ ἕως οὗ ἀπελθὼν [a]ἐκεῖ προσεύξωμαι. 37 καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν. 38 τότε λέγει [b]αὐτοῖς· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετ’ ἐμοῦ. 39 καὶ [c]προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων· Πάτερ μου, εἰ δυνατόν ἐστιν, παρελθάτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω ἀλλ’ ὡς σύ. 40 καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ’ ἐμοῦ; 41 γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής. 42 πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων· Πάτερ μου, εἰ οὐ δύναται [d]τοῦτο [e]παρελθεῖν ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου. 43 καὶ ἐλθὼν [f]πάλιν εὗρεν αὐτοὺς καθεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι. 44 καὶ ἀφεὶς αὐτοὺς [g]πάλιν ἀπελθὼν προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπὼν [h]πάλιν. 45 τότε ἔρχεται πρὸς τοὺς [i]μαθητὰς καὶ λέγει αὐτοῖς· Καθεύδετε [j]τὸ λοιπὸν καὶ ἀναπαύεσθε· ἰδοὺ ἤγγικεν ἡ ὥρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν. 46 ἐγείρεσθε ἄγωμεν· ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:36 ἐκεῖ προσεύξωμαι WH Treg NIV ] προσεύξωμαι ἐκεῖ RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:38 αὐτοῖς WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:39 προελθὼν WH NIV ] προσελθὼν Treg RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:42 τοῦτο WH Treg NIV ] + τὸ ποτήριον RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:42 παρελθεῖν WH Treg NIV ] + ἀπ᾽ ἐμοῦ RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:43 πάλιν εὗρεν αὐτοὺς WH Treg NIV ] εὑρίσκει αὐτοὺς πάλιν RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:44 πάλιν ἀπελθὼν WH Treg NIV ] ἀπελθὼν πάλιν RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:44 πάλιν WH NIV ] Treg RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:45 μαθητὰς WH Treg NIV ] + αὐτοῦ RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:45 τὸ Treg NIV RP ] WH